Το Ευαγγέλιο του Σαββάτου 25 Μαΐου 2024

1045

Το Ευαγγελικό ανάγνωσμα του Σαββάτου 25 Μαΐου 2024

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΑ´ 2 – 15 – 2 Ο δε Ιωάννης ακούσας εν τώ δεσμωτηρίω τα έργα του Χριστού, πέμψας δύο των μαθητών αυτού 3 είπεν αυτώ· Σύ εί ο ερχόμενος η έτερον προσδοκώμεν;

4 και αποκριθείς ο Ιησούς είπεν αυτοίς· Πορευθέντες απαγγείλατε Ιωάννη ά ακούετε και βλέπετε· 5 τυφλοί αναβλέπουσι και χωλοί περιπατούσι, λεπροί καθαρίζονται και κωφοί ακούουσι, νεκροί εγείρονται και πτωχοί ευαγγελίζονται· 6 και μακάριός εστιν ός εάν μη σκανδαλισθή εν εμοί.

7 Τούτων δε πορευομένων ήρξατο ο Ιησούς λέγειν τοις όχλοις περί Ιωάννου· Τί εξήλθετε εις την έρημον θεάσασθαι; κάλαμον υπό ανέμου σαλευόμενον; 8 αλλά τί εξήλθετε ιδείν; άνθρωπον εν μαλακοίς ημφιεσμένον; ιδού οι τα μαλακά φορούντες εν τοις οίκοις των βασιλέων εισίν. 9 αλλά τί εξήλθετε ιδείν; προφήτην; ναί λέγω υμίν, και περισσότερον προφήτου.

10 ούτος γάρ εστι περί ού γέγραπται· ιδού εγώ αποστέλλω τον άγγελόν μου πρό προσώπου σου, ός κατασκευάσει την οδόν σου έμπροσθέν σου. 11 αμήν λέγω υμίν, ουκ εγήγερται εν γεννητοίς γυναικών μείζων Ιωάννου του βαπτιστού· ο δε μικρότερος εν τη βασιλεία των ουρανών μείζων αυτού εστιν.

12 από δε των ημερών Ιωάννου του βαπτιστού έως άρτι η βασιλεία των ουρανών βιάζεται, και βιασταί αρπάζουσιν αυτήν. 13 πάντες γάρ οι προφήται και ο νόμος έως Ιωάννου επροφήτευσαν· 14 και ει θέλετε δέξασθαι, αυτός εστιν Ηλίας ο μέλλων έρχεσθαι. 15 ο έχων ώτα ακουέτω.

Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΑ´ 2 – 15

2 Ο δε Ιωάννης ακούσας εν τώ δεσμωτηρίω τα έργα του Χριστού, πέμψας δύο των μαθητών αυτού 3 είπεν αυτώ· Σύ εί ο ερχόμενος η έτερον προσδοκώμεν; 4 και αποκριθείς ο Ιησούς είπεν αυτοίς· Πορευθέντες απαγγείλατε Ιωάννη ά ακούετε και βλέπετε·

5 τυφλοί αναβλέπουσι και χωλοί περιπατούσι, λεπροί καθαρίζονται και κωφοί ακούουσι, νεκροί εγείρονται και πτωχοί ευαγγελίζονται· 6 και μακάριός εστιν ός εάν μη σκανδαλισθή εν εμοί.

7 Τούτων δε πορευομένων ήρξατο ο Ιησούς λέγειν τοις όχλοις περί Ιωάννου· Τί εξήλθετε εις την έρημον θεάσασθαι; κάλαμον υπό ανέμου σαλευόμενον; 8 αλλά τί εξήλθετε ιδείν; άνθρωπον εν μαλακοίς ημφιεσμένον; ιδού οι τα μαλακά φορούντες εν τοις οίκοις των βασιλέων εισίν.

9 αλλά τί εξήλθετε ιδείν; προφήτην; ναί λέγω υμίν, και περισσότερον προφήτου. 10 ούτος γάρ εστι περί ού γέγραπται· ιδού εγώ αποστέλλω τον άγγελόν μου πρό προσώπου σου, ός κατασκευάσει την οδόν σου έμπροσθέν σου. 11 αμήν λέγω υμίν, ουκ εγήγερται εν γεννητοίς γυναικών μείζων Ιωάννου του βαπτιστού· ο δε μικρότερος εν τη βασιλεία των ουρανών μείζων αυτού εστιν.

12 από δε των ημερών Ιωάννου του βαπτιστού έως άρτι η βασιλεία των ουρανών βιάζεται, και βιασταί αρπάζουσιν αυτήν. 13 πάντες γάρ οι προφήται και ο νόμος έως Ιωάννου επροφήτευσαν· 14 και ει θέλετε δέξασθαι, αυτός εστιν Ηλίας ο μέλλων έρχεσθαι. 15 ο έχων ώτα ακουέτω.